Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.11 Dem. 37.15 (English) >>Dem. 37.18

37.13ἀκούσας δʼ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. ἐπειδὴ δʼ ἔδει τὰ χρήμαθʼ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμʼ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότʼ ἐκεῖνʼ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθʼ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ἄνδρες Ἀθηναῖοι, κατʼ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷʼ ἐσυκοφαντούμεθʼ ὑπὸ τούτου. ὡς οὖν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας.Μαρτυρίαι

37.14ἐπειδὴ τοίνυν τὸ πρᾶγμʼ ἐνταῦθʼ εἱστήκει, καὶ τὰ μὲν χρήματʼ οὐ προΐενθʼ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δʼ εἰκότως ἐφαινόμεθʼ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθʼ ὑπέμεινα. 37.15ὁρῶν δʼ αὐτόν, ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δʼ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθʼ ἑορακέναι με, ἐπειδὴ δʼ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δʼ ἐχθρὸν καὶ διάφορον γιγνόμενον, 37.16ἠξίουν ἀπαλλαττόμενος καὶ πρατὴρ ὑπὲρ τούτου γιγνόμενος, πάντων ἀφεθεὶς τῶν ἐγκλημάτων καὶ ἀπαλλαγείς, οὕτω διαλύεσθαι. τούτων δὲ συγχωρηθέντων οὗτος μὲν ἀφῆκεν ἁπάντων ἐμέ, ἐγὼ δὲ πρατήρ, ὥσπερ ἐδεῖθʼ οὗτος, τῶν κτημάτων ἐγιγνόμην, καθάπερ αὐτὸς ἐπριάμην παρὰ Μνησικλέους. κομισάμενος δὲ τἀμαυτοῦ καὶ τοῦτον οὐδʼ ὁτιοῦν ἀδικῶν, μὰ τοὺς θεούς, οὐδʼ ἂν εἴ τι γένοιτο, ᾠήθην ἂν δίκην μοι λαχεῖν ποτὲ τουτονί.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 37.11 Dem. 37.15 (English) >>Dem. 37.18

Powered by PhiloLogic